Cucumis - 网上免费翻译服务
. .



原始文本 - 古希腊语 - ἐὰν μὲν γὰρ κολάζητε τοὺς ἀδικοῦντας, ἔσονται...

当前状态原始文本
本文可用以下语言: 古希腊语
索译列单: 希腊语

讨论区 社会 / 人民 / 政治

标题
ἐὰν μὲν γὰρ κολάζητε τοὺς ἀδικοῦντας, ἔσονται...
需要翻译的文本
提交 ευμορφιλη
源语言: 古希腊语

ἐὰν μὲν γὰρ κολάζητε τοὺς ἀδικοῦντας, ἔσονται ὑμῖν οἱ νόμοι καλοὶ καὶ κύριοι, ἐὰν δ᾽ ἀφιῆτε, καλοὶ μέν, κύριοι δὲ οὐκέτι. 37 βούλομαι δέ, ὥσπερ ὑπεθέμην, ἐπειδὴ περὶ τῶν νόμων εἴρηκα, πάλιν τὸ μετὰ τοῦτο ἀντεξετάσαι τοὺς τρόπους τοὺς Τιμάρχου, ἵν᾽ εἰδῆτε ὅσον διαφέρουσι τῶν νόμων τῶν ὑμετέρων. δέομαι δ᾽ ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, συγγνώμην ἔχειν, ἐὰν ἀναγκαζόμενος λέγειν περὶ ἐπιτηδευμάτων φύσει μὲν μὴ καλῶν, τούτῳ δὲ πεπραγμένων, ἐξαχθῶ τι ῥῆμα εἰπεῖν ὅ ἐστιν ὅμοιον τοῖς ἔργοις τοῖς Τιμάρχου.
2013年 九月 25日 09:16