Cucumis - 网上免费翻译服务
. .



翻译 - 古希腊语-希腊语 - Στρουθίου

当前状态翻译
本文可用以下语言: 古希腊语
索译列单: 希腊语

标题
Στρουθίου
翻译
古希腊语-希腊语
提交 linast
源语言: 古希腊语

Στρουθίου δέ ποτε διωκομένου ὑπὸ ἱέρακος καὶ εἰσπηδήσαντος εἰς τοὺς κόλπους αὐτοῦ, καταψήσας μεθῆκεν, εἰπὼν τὸν ἱκέτην δεῖν μὴ ἐκδιδόναι. σκωπτόμενος ὑπὸ Βίωνος οὐκ ἔφη αὐτῷ ἀποκρινεῖσθαι· μηδὲ γὰρ τὴν τραγῳδίαν ὑπὸ τῆς κωμῳδίας σκωπτομένην ἀποκρίσεως ἀξιοῦν. πρὸς δὲ τὸν μήτε μουσικὴν μήτε γεωμετρίαν μήτε ἀστρονομίαν μεμαθηκότα, βουλόμενον δὲ παρ’ αὐτὸν φοιτᾶν, πορεύου, ἔφη· λαβὰς γὰρ οὐκ ἔχεις φιλοσοφίας.
2013年 十二月 5日 22:06