Cucumis - Ücretsiz online çeviri hizmeti
. .



Tercüme - Eski Yunanca-Yunanca - ΣΤΡΕΨΙΑΔΗΣ Ἰοὺ ἰού· ὦ Ζεῦ βασιλεῦ, τὸ χρῆμα τῶν...

Şu anki durumTercüme
Bu yazının aşağıdaki dillerde karşılığı vardır: Eski Yunanca
Talep edilen çeviriler: Yunanca

Kategori Serbest yazı - Gunluk hayat

Başlık
ΣΤΡΕΨΙΑΔΗΣ Ἰοὺ ἰού· ὦ Ζεῦ βασιλεῦ, τὸ χρῆμα τῶν...
Tercüme
Eski Yunanca-Yunanca
Öneri prince serengeti
Kaynak dil: Eski Yunanca

ΣΤΡΕΨΙΑΔΗΣ
Ἰοὺ ἰού·
ὦ Ζεῦ βασιλεῦ, τὸ χρῆμα τῶν νυκτῶν ὅσον·
ἀπέραντον. Οὐδέποθ᾿ ἡμέρα γενήσεται ;
Καὶ μὴν πάλαι γ᾿ ἀλεκτρυόνος ἤκουσ᾿ ἐγώ.
Οἱ δ᾿ οἰκέται ῥέγκουσιν. Ἀλλ᾿ οὐκ ἂν πρὸ τοῦ.
Ἁπόλοιο δῆτ᾿, ὦ πόλεμε, πολλῶν οὕνεκα,
ὅτ᾿ οὐδὲ κολάσ᾿ ἔξεστί μοι τοὺς οἰκέτας.
Ἀλλ᾿ οὐδ᾿ ὁ χρηστὸς οὑτοσὶ νεανίας
ἐγείρεται τῆς νυκτός, ἀλλὰ πέρδεται
ἐν πέντε σισύραις ἐγκεκορδυλημένος.
Ἀλλ᾿ εἰ δοκεῖ, ῥέγκωμεν ἐγκεκαλυμμένοι.
22 Nisan 2013 18:42