Cucumis - Servicio gratuito de traducción en línea
. .



Traducción - Griego antiguo-Griego - ΣΤΡΕΨΙΑΔΗΣ Ἰοὺ ἰού· ὦ Ζεῦ βασιλεῦ, τὸ χρῆμα τῶν...

Estado actualTraducción
Este texto está disponible en los siguientes idiomas: Griego antiguo
Traducciones solicitadas: Griego

Categoría Escritura libre - Cotidiano

Título
ΣΤΡΕΨΙΑΔΗΣ Ἰοὺ ἰού· ὦ Ζεῦ βασιλεῦ, τὸ χρῆμα τῶν...
Traducción
Griego antiguo-Griego
Propuesto por prince serengeti
Idioma de origen: Griego antiguo

ΣΤΡΕΨΙΑΔΗΣ
Ἰοὺ ἰού·
ὦ Ζεῦ βασιλεῦ, τὸ χρῆμα τῶν νυκτῶν ὅσον·
ἀπέραντον. Οὐδέποθ᾿ ἡμέρα γενήσεται ;
Καὶ μὴν πάλαι γ᾿ ἀλεκτρυόνος ἤκουσ᾿ ἐγώ.
Οἱ δ᾿ οἰκέται ῥέγκουσιν. Ἀλλ᾿ οὐκ ἂν πρὸ τοῦ.
Ἁπόλοιο δῆτ᾿, ὦ πόλεμε, πολλῶν οὕνεκα,
ὅτ᾿ οὐδὲ κολάσ᾿ ἔξεστί μοι τοὺς οἰκέτας.
Ἀλλ᾿ οὐδ᾿ ὁ χρηστὸς οὑτοσὶ νεανίας
ἐγείρεται τῆς νυκτός, ἀλλὰ πέρδεται
ἐν πέντε σισύραις ἐγκεκορδυλημένος.
Ἀλλ᾿ εἰ δοκεῖ, ῥέγκωμεν ἐγκεκαλυμμένοι.
22 Abril 2013 18:42