Cucumis - 無料オンライン翻訳サイト
. .



原稿 - 古代ギリシャ語 - ΣΤΡΕΨΙΑΔΗΣ Ἰοὺ ἰού· ὦ Ζεῦ βασιλεῦ, τὸ χρῆμα τῶν...

現状原稿
ドキュメントが次の言語に翻訳されました: 古代ギリシャ語
翻訳してほしい: ギリシャ語

カテゴリ 自由な執筆 - 日常生活

タイトル
ΣΤΡΕΨΙΑΔΗΣ Ἰοὺ ἰού· ὦ Ζεῦ βασιλεῦ, τὸ χρῆμα τῶν...
翻訳してほしいドキュメント
prince serengeti様が投稿しました
原稿の言語: 古代ギリシャ語

ΣΤΡΕΨΙΑΔΗΣ
Ἰοὺ ἰού·
ὦ Ζεῦ βασιλεῦ, τὸ χρῆμα τῶν νυκτῶν ὅσον·
ἀπέραντον. Οὐδέποθ᾿ ἡμέρα γενήσεται ;
Καὶ μὴν πάλαι γ᾿ ἀλεκτρυόνος ἤκουσ᾿ ἐγώ.
Οἱ δ᾿ οἰκέται ῥέγκουσιν. Ἀλλ᾿ οὐκ ἂν πρὸ τοῦ.
Ἁπόλοιο δῆτ᾿, ὦ πόλεμε, πολλῶν οὕνεκα,
ὅτ᾿ οὐδὲ κολάσ᾿ ἔξεστί μοι τοὺς οἰκέτας.
Ἀλλ᾿ οὐδ᾿ ὁ χρηστὸς οὑτοσὶ νεανίας
ἐγείρεται τῆς νυκτός, ἀλλὰ πέρδεται
ἐν πέντε σισύραις ἐγκεκορδυλημένος.
Ἀλλ᾿ εἰ δοκεῖ, ῥέγκωμεν ἐγκεκαλυμμένοι.
2013年 4月 22日 18:42